Σπαρτιατική ηθική, πολιτική και "φιλοσοφική" σκέψη

Μικρά και μεγάλα γεγονότα, γνωστές και άγνωστες πτυχές της ιστορίας, από την προϊστορία και την αρχαιότητα μέχρι σήμερα
Απάντηση
Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 22 Αύγ 2006 12:09

Δεν μου αρέσουν τα προσωπικά μηνύματα.
Ειδικά, αυτού του είδους.
Ως εκ τούτου , θα δημοσιεύεται στο Forum ότι λαμβάνω.
Ζήνων.

------------------------------------------------------------------------




Από: diinekis Προς: Ζήνων Δημοσιεύθηκε: Τρι Αύγ 22, 2006 10:31 Θέμα: ΙΣΤΟΡΙΕΣ ΑΓΡΙΩΝ FPRIVATE "TYPE=PICT;ALT="

Επειδή με ρωτάς για πηγές, σου δίνω το αρχαίο κείμενο του Παυσανία, το οποίο το είχα γράψει στο word, αλλά δυστυχώς κάνοντάς το αντιγραφή εδώ για να στο στείλω δεν πέρασε την αρχαιελληνική γραμματοσειρά, και επειδή με έχεις ξενερώσει βαριόμουν να το διορθώσω ολόκληρο.....Δίορθωσα μόνο την αρχή, για να μην τολμήσει να αμφισβητήσεις την γνησιότητά του.
Πριν σου απαντήσω στο forum για τις ανοησίες που γράφεις λοιπόν, προλαβαίνεις να συνάψεις ειρήνη μαζί μου.....μετά από μια ημέρα αλλίως θα έρθει η απάντηση....
Στην αρχή σε θεώρησα σοφό και μελετημένο και χάρηκα που βρήκα ένα αξιόλογο άτομο, χωρίς προκαταλήψεις και taboo, άνθρωπο που να αξίζει να του μεταφέρεις αυτά που γνωρίζεις για να σου μεταφέρει και αυτός κάποιες αξιόλογες γνώσεις και απόψεις. Γελάστικα οικτρά, αφού δείχνεις πως είσαι άνθρωπος που δίαβασες ένα βιβλίο και αμέσως θεωρήσες τον ευατό σου απόλυτο γνώστη τον πάντων και έτοιμο για κρίσεις και επικρίσεις πάνω σε θέματα που ιστορικοί τεράστιοι αποφεύγουν να πάρουν θέση.....
Ο παππούς μου, έζησε στην Γερμανία 35 χρόνια, ήταν ιστορικός και εργάστηκε το μεγαλύτερο μέρος στην ζωή του στο πανεπηστήμιο του Μονάχου, όπου τον εκτιμούσαν δεόντος για την στάση του να μην πέρνει θέση και να κρίνει παρά μόνο να καταγράφει τα γεγονότα και τα αρχαιολογικά ευρήματα. Η μητέρα μου σπούδασε στην Φλωρεντία αρχιτεκτονική και ιστορικός τέχνης και ο πατέρας μου είναι φυσικός συνταξιούχος. Εγώ έχοντας πάρει στοιχεία και από τους δύο σπούδασα Φυσικές επιστήμες και ηλεκτρονικά και από τον Σεπτέμβριο παράλληλα με την δουλεία μου ξεκινώ την φοίτησή μου μέσω internet από το πανεπηστήμιο της οξφόρσης στην ιστορία, πράγμα που όπως καταλαβαίνεις με κάνει να έχω προσβαση σε μια τεράστια βιβλιοθήκη.....
Όπως καταλαβαίνεις τυχαίος δεν είμαι καθόλου, εύχομαι το ίδιο και για σένα.......τα υπόλοιπα στο forum όπου θα σε προκαλλούσα να πάμε την συζήτηση διαλεκτικά ώστε να μπορούν και οι υπόλοιποι να καταλάβουν τι γίνεται και να πουν την γνώμη τους. Χαίρε Καίσαρ της ιστορίας, οι μελλοθάνατοι σε χαιρετούν!!!!!

Φωκικά, Λοκρών Οζόλων

Παυσανίας

I. γης δε της Φωκίδος, οσον μεν περι Τιθορέαν και Δελφούς εστιν αυτης, εκ παλαιοτάτου φανερα το ονομα τουτο ειληφυιά εστιν απο ανδρος Κορινθίου Φώκου του ορνυτίωνος: ετεσι δ' υστερον ου πολλοις εξενίκησε και απάσι γενέσθαι τη εφ' ημων καλουμένη Φωκίδι, Αιγινητων ναυσιν ες την χώραν διαβάντων ομου Φώκω τω Αιακου. [2] τα μεν δη απαντικρύ Πελοποννήσου και τα επι Βοιωτίας καθήκουσιν επι θάλασσαν οι Φωκεις, τη μεν ες Κίρραν το επίνειον Δελφων, τη δ' επι Αντίκυραν πόλιν: τα δε προς του Λαμιακου κόλπου Λοκροι σφας παραθαλασσίους οι Υποκνημίδιοι κωλύουσιν είναι: ουτοι γαρ δή εισιν οι ταύτη την Φωκίδα υπεροικουντες, Σκαρφεις μεν τα επέκεινα Ελατείας, υπερ δε Υάμπολιν και Αβας οι πόλιν τε Οπουντα και Οπουντίων επίνειον νεμόμενοι Κύνον.
[3] τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ: πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπ' αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν: οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων. [4] ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον: καὶ αὐτοῖς ἀφίκετο μάντευμα:
συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι,
νίκην δ' ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον.
[5] ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπ' αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲ ἑκόντας μάχης ἄρχειν. οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι. [6] καὶ ἡ συμφορὰ σφῶν
κατάπληξιν τοῖς ἐπὶ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπ' αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι: [7] προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπ' ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον: [8] στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. ὁ δὲ χώραν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν <*telli/as> ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες. [9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα: προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην. [10] τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη: τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων: ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου.
[11] εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.
II. ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων: οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες. [2] ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος--πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων--οὗτος οὖν ὁ Φιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων. [3] ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον.
[4] καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρ' αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα: γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν: ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη δίκη. [5] μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου: καὶ --ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς--φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας. [6] Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον. παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα: ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος: αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν. [7] Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ Φωκεῦσι δυναστεία: καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος-- οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι-- τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.
III. δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος. καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις: ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶ Δαυλίς. τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου: [2] τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου: τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν. αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις. τότε δὲ κατεσκάφησάν τε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι: Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν. [3] ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες. ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια: Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι. [4] καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο: Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.
IV. τούτοις μὲν δὴ τοιαῦτα ὑπῆρχεν ἐς μνήμην: στάδια δὲ ἐκ Χαιρωνείας εἴκοσιν ἐς Πανοπέας ἐστὶ πόλιν Φωκέων, εἴγε ὀνομάσαι τις πόλιν καὶ τούτους οἷς γε οὐκ ἀρχεῖα οὐ γυμνάσιόν ἐστιν, οὐ θέατρον οὐκ ἀγορὰν ἔχουσιν, οὐχ ὕδωρ κατερχόμενον ἐς κρήνην, ἀλλὰ ἐν στέγαις κοίλαις κατὰ τὰς καλύβας μάλιστα τὰς ἐν τοῖς ὄρεσιν, ἐνταῦθα οἰκοῦσιν ἐπὶ χαράδρᾳ. ὅμως δὲ ὅροι γε τῆς χώρας εἰσὶν αὐτοῖς ἐς τοὺς ὁμόρους, καὶ ἐς τὸν σύλλογον συνέδρους καὶ οὗτοι πέμπουσι τὸν Φωκικόν. καὶ γενέσθαι μὲν τῇ πόλει τὸ ὄνομα λέγουσιν ἀπὸ τοῦ Ἐπειοῦ πατρός, αὐτοὶ δὲ οὐ Φωκεῖς, Φλεγύαι δὲ εἶναι τὸ ἐξ ἀρχῆς καὶ ἐς τὴν γῆν διαφυγεῖν φασι τὴν Φωκίδα ἐκ τῆς Ὀρχομενίας. [2] Πανοπέων δὲ τὸν ἀρχαῖον θεώμενοι περίβολον ἑπτὰ εἶναι σταδίων μάλιστα εἰκάζομεν: ὑπῄει τε ἐπῶν ἡμᾶς τῶν Ὁμήρου μνήμη ὧν ἐποίησεν ἐς Τιτυόν, καλλίχορον τῶν Πανοπέων ὀνομάσας τὴν πόλιν, καὶ ὡς ἐν τῇ μάχῃ τῇ [τε] ἐπὶ τῷ Πατρόκλου νεκρῷ καὶ Σχεδίον τὸν Ἰφίτου βασιλεύοντα Φωκέων καὶ ἀποθανόντα ὑφ' Ἕκτορος κατοικεῖν εἶπεν ἐν τῷ Πανοπεῖ. τοῦτο μὲν δὴ ἐφαίνετο ἡμῖν ἔχειν αἰτίαν, φόβῳ τῶν Βοιωτῶν --κατὰ γὰρ τοῦτό ἐστιν ἐκ τῆς Βοιωτίας ἡ ἐς τὴν Φωκίδα ἐσβολὴ ῥᾴστη--ἐνταῦθα οἰκεῖν τὸν βασιλέα ἅτε φρουρίῳ τῷ Πανοπεῖ χρώμενον: [3] τὸ ἕτερον δὲ οὐκ ἐδυνήθην συμβαλέσθαι πρότερον, ἐφ' ὅτῳ καλλίχορον τὸν Πανοπέα εἴρηκε, πρὶν ἢ ἐδιδάχθην ὑπὸ τῶν παρ' Ἀθηναίοις καλουμένων Θυιάδων. αἱ δὲ Θυιάδες γυναῖκες μέν εἰσιν Ἀττικαί, φοιτῶσαι δὲ ἐς τὸν Παρνασσὸν παρὰ ἔτος αὐταί τε καὶ αἱ γυναῖκες Δελφῶν ἄγουσιν ὄργια Διονύσῳ. ταύταις ταῖς Θυιάσι κατὰ τὴν ἐξ Ἀθηνῶν ὁδὸν καὶ ἀλλαχοῦ χοροὺς ἱστάναι καὶ παρὰ τοῖς Πανοπεῦσι καθέστηκε: καὶ ἡ ἐπίκλησις ἡ ἐς τὸν Πανοπέα Ὁμήρου ὑποσημαίνειν τῶν Θυιάδων δοκεῖ τὸν χορόν.
[4] Πανοπεῦσι δέ ἐστιν ἐπὶ τῇ ὁδῷ πλίνθου τε ὠμῆς οἴκημα οὐ μέγα καὶ ἐν αὐτῷ λίθου τοῦ Πεντελῆσιν ἄγαλμα, ὃν Ἀσκληπιόν, οἱ δὲ Προμηθέα εἶναί φασι: καὶ παρέχονταί γε τοῦ λόγου μαρτύρια. λίθοι κεῖνταί σφισιν ἐπὶ τῇ χαράδρᾳ, μέγεθος μὲν ἑκάτερος ὡς φόρτον ἀποχρῶντα ἁμάξης εἶναι, χρῶμα δέ ἐστι πηλοῦ σφισιν, οὐ γεώδους ἀλλ' οἷος ἂν χαράδρας γένοιτο ἢ χειμάρρου ψαμμώδους, παρέχονται δὲ καὶ ὀσμὴν ἐγγύτατα χρωτὶ ἀνθρώπου: ταῦτα ἔτι λείπεσθαι τοῦ πηλοῦ λέγουσιν ἐξ οὗ καὶ ἅπαν ὑπὸ τοῦ Προμηθέως τὸ γένος πλασθῆναι τῶν ἀνθρώπων. [5] ἐνταῦθα ἐπὶ τῇ χαράδρᾳ καὶ Τιτυοῦ μνῆμά ἐστι: περίοδος μὲν τοῦ χώματος τρίτον μάλιστά που σταδίου, τὸ δὲ ἔπος τὸ ἐν Ὀδυσσείᾳ
κείμενον ἐν δαπέδῳ: ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα (Όμηρος, Οδύσσεια, 11.577)
οὐκ ἐπὶ μεγέθει πεποιῆσθαι τοῦ Τιτυοῦ φασιν, ἀλλ' ἔνθα ὁ Τιτυὸς ἐτέθη, Πλέθρα ἐννέα εἶναι τῷ χωρίῳ. [6] Κλέων δὲ ἀνὴρ Μάγνης, οἳ τῷ Ἕρμῳ προσοικοῦσιν, ἔφασκεν ἐς τὰ παράδοξα ἀπίστους εἶναι τῶν ἀνθρώπων οἷς ἂν μὴ παρὰ τὸν αὐτῶν γένηται βίον θεάμασιν ἐπιτυχεῖν λόγου μείζοσιν: αὐτὸς δὲ καὶ Τιτυὸν καὶ ἄλλους ἔφη πείθεσθαι γεγονέναι κατὰ τὴν φήμην: τυχεῖν γὰρ δὴ ὢν Γαδείροις, καὶ ἐκπλεῦσαι μὲν αὐτός τε καὶ τὸν ἄλλον πάντα ὄχλον ἐκ τῆς νήσου κατὰ τὸ Ἡρακλέους πρόσταγμα, ὡς δὲ αὖθις ἐπανήκειν ἐς τὰ Γάδειρα, ἄνδρα εὑρεῖν θαλάσσιον ἐκπεπτωκότα ἐς τὴν γῆν: τοῦτον πλέθρα μὲν πέντε μάλιστα ἐπέχειν, κεραυνωθέντα δὲ ὑπὸ τοῦ θεοῦ καίεσθαι.
[7] οὗτος μὲν δὴ ταῦτα ἔλεγεν, Πανοπέως δὲ ὅσον στάδια ἑπτὰ ἀπέχει Δαυλίς. οἱ δὲ ἐνταῦθα ἄνθρωποι πλῆθος μέν εἰσιν οὐ πολλοί, μεγέθει δὲ καὶ ἀλκῇ καὶ ἐς ἐμὲ ἔτι δοκιμώτατοι Φωκέων. τὸ δὲ ὄνομα τῇ πόλει τεθῆναι λέγουσιν ἀπὸ Δαυλίδος νύμφης, θυγατέρα δὲ εἶναι τοῦ Κηφισοῦ τὴν Δαυλίδα. τοῖς δέ ἐστιν εἰρημένον ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις ᾠκίσθη, παρείχετο συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι δαῦλα: ἐπὶ τούτῳ δὲ καὶ Αἰσχύλον τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ὑπήνην ὠνομακέναι δαῦλον. [8] ἐνταῦθα ἐν τῇ Δαυλίδι παραθεῖναι τῷ Τηρεῖ τὸν παῖδα αἱ γυναῖκες λέγονται, καὶ ἀνθρώποις τῶν ἐπὶ τραπέζῃ μιασμάτων τοῦτο ἦρξεν. ὁ δὲ ἔποψ ἐς ὃν ἔχει λόγος τὸν Τηρέα ἀλλαγῆναι, οὗτος ὁ ὄρνις μέγεθος μὲν ὀλίγον ἐστὶν ὑπὲρ ὄρτυγα, ἐπὶ τῇ κεφαλῇ δέ οἱ τὰ πτερὰ ἐς λόφου σχῆμα ἐξῆρται. [9] θαυμάσαι δὲ ἄξιον ὅτι ἐν τῇ γῇ ταύτῃ χελιδόνες οὔτε τίκτουσιν οὔτε ἐκλέπουσί γε τὰ ᾠά, οὐδ' ἂν ἀρχὴν πρὸς οἰκήματος ὀρόφῳ νεοσσιὰν χελιδὼν ποιήσαιτο: λέγουσι δὲ οἱ Φωκεῖς ὡς τῇ Φιλομήλᾳ καὶ ὄρνιθι οὔσῃ Τηρέως δεῖμα καὶ τῆς πατρίδος ἀπέστη τῆς Τηρέως. Δαυλιεῦσι δὲ Ἀθηνᾶς ἱερὸν καὶ ἄγαλμά ἐστιν ἀρχαῖον: τὸ δὲ ξόανον τὸ ἔτι παλαιότερον λέγουσιν ἐπαγαγέσθαι Πρόκνην ἐξ Ἀθηνῶν.
[10] ἔστι δὲ τῆς Δαυλίας χώρα καλουμένη Τρωνίς: ἐνταῦθα ἡρῷον ἥρω Ἀρχηγέτου πεποίηται: τὸν δὲ ἥρω τοῦτον Ξάνθιππον οὐκ ἀφανῆ τὰ ἐς πόλεμον, οἱ δὲ Φῶκον εἶναι τὸν Ὀρνυτίωνος τοῦ Σισύφου φασίν. ἔχει δ' οὖν ἐπὶ ἡμέρᾳ τε πάσῃ τιμὰς καὶ ἄγοντες ἱερεῖα οἱ Φωκεῖς τὸ μὲν αἷμα δι' ὀπῆς ἐσχέουσιν ἐς τὸν τάφον, τὰ δὲ κρέα ταύτῃ σφίσιν ἀναλοῦν καθέστηκεν.
V. ἔστι δὲ καὶ ἄνοδος διὰ τῆς Δαυλίδος ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ μακροτέρα τῆς ἐκ Δελφῶν, οὐ μέντοι καὶ κατὰ ταὐτὰ χαλεπή. ἐς δὲ τὴν ἐπὶ Δελφῶν εὐθεῖαν ἀναστρέψαντι ἐκ Δαυλίδος καὶ ἰόντι ἐπὶ τὸ πρόσω, ἔστιν+ οἰκοδόμημα ἐν ἀριστερᾷ τῆς ὁδοῦ καλούμενον Φωκικόν, ἐς ὃ ἀπὸ ἑκάστης πόλεως+ συνίασιν οἱ Φωκεῖς. [2] μεγέθει μὲν μέγα τὸ οἴκημα, ἐντὸς δὲ αὐτοῦ κίονες κατὰ μῆκός εἰσιν ἑστηκότες: ἀναβασμοὶ δὲ ἀπὸ τῶν κιόνων ἀνήκουσιν ἐς ἑκάτερον τοῖχον, καὶ ἐπὶ τῶν ἀναβασμῶν τούτων οἱ συνιόντες τῶν Φωκέων καθέζονται. πρὸς δὲ τῷ πέρατι κίονες μὲν οὐκ εἰσὶν οὐδὲ ἀναβασμοί, Διὸς δὲ ἄγαλμα καὶ Ἀθηνᾶς καὶ Ἥρας, τὸ μὲν ἐν θρόνῳ τοῦ Διός, ἑκατέρωθεν δὲ ἡ μὲν κατὰ δεξιά, ἡ δὲ ἀριστερὰ παρεστῶσα Ἀθηνᾶ πεποίηται.
[3] προϊὼν δὲ αὐτόθεν ἐπὶ ὁδὸν ἀφίξῃ καλουμένην Σχιστήν: ἐπ' αὐτῇ τῇ ὁδῷ τὰ ἐς τὸν φόνον τοῦ πατρὸς Οἰδίποδι εἰργάσθη. ἔδει δὲ ἄρα παθημάτων τῶν Οἰδίποδος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὑπολειφθῆναι μνημόσυνα. τεχθέντος μέν γε διαπείραντες διὰ τῶν σφυρῶν κέντρα ἐκτιθέασιν αὐτὸν ἐς τὴν Πλαταιίδα, ὄρος τὸν Κιθαιρῶνα: Κόρινθος δὲ καὶ ἡ ἐπὶ τῷ ἰσθμῷ χώρα τροφὸς τῷ Οἰδίποδι ἐγένετο: γῆ δὲ ἡ Φωκὶς καὶ ὁδὸς ἡ Σχιστὴ τοῦ πατρῴου φόνου τὸ μίασμα ὑπεδέξατο: Θηβαίοις δὲ καὶ ἐς πλέον γάμων τέ σφισι τῶν Οἰδίποδος καὶ ἀδικίας τῆς Ἐτεοκλέους ἐστὶν ἡ φήμη. [4] Οἰδίποδι μὲν ὁδὸς ἡ Σχιστὴ καὶ τόλμημα τὸ ἐπ' αὐτῇ κακῶν+ ἦρχε, καὶ τὰ τοῦ Λαί̈ου μνήματα καὶ οἰκέτου τοῦ ἑπομένου ταὐτὰ ἔτι ἐν μεσαιτάτῳ τῆς τριόδου καὶ ἐπ' αὐτῷ λίθοι λογάδες σεσωρευμένοι: Δαμασίστρατον δὲ ἄνδρα ἐν Πλαταιαῖς βασιλεύοντα ἐπιτυχεῖν τε κειμένοις τοῖς νεκροῖς καὶ θάψαι φασὶν αὐτούς.
[5] ἡ δὲ λεωφόρος αὐτόθεν ἡ ἐς Δελφοὺς καὶ προσάντης γίνεται μᾶλλον καὶ ἀνδρὶ εὐζώνῳ χαλεπωτέρα. λέγεται δὲ πολλὰ μὲν καὶ διάφορα ἐς αὐτοὺς τοὺς Δελφούς, πλείω δὲ ἔτι ἐς τοῦ Ἀπόλλωνος τὸ μαντεῖον. φασὶ γὰρ δὴ τὰ ἀρχαιότατα Γῆς εἶναι τὸ χρηστήριον, καὶ Δαφνίδα ἐπ' αὐτῷ τετάχθαι πρόμαντιν ὑπὸ τῆς Γῆς: [6] εἶναι δὲ αὐτὴν τῶν περὶ τὸ ὄρος νυμφῶν. ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίῳ δὲ τῷ Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη: πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῷ καὶ Γῆς εἶναι τὸ μαντεῖον, καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη:
αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον,
σὺν δὲ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου. (Μουσαίος, Ευμολπία)
χρόνῳ δὲ ὕστερον, ὅσον τῇ Γῇ μετῆν, δοθῆναι Θέμιδι ὑπ' αὐτῆς λέγουσιν, Ἀπόλλωνα δὲ παρὰ Θέμιδος λαβεῖν δωρεάν: Ποσειδῶνι δὲ ἀντὶ τοῦ μαντείου Καλαύρειαν ἀντιδοῦναί φασιν αὐτὸν τὴν πρὸ Τροιζῆνος. [7] ἤκουσα δὲ καὶ ὡς ἄνδρες ποιμαίνοντες ἐπιτύχοιεν τῷ μαντείῳ, καὶ ἔνθεοί τε ἐγένοντο ὑπὸ τοῦ ἀτμοῦ καὶ ἐμαντεύσαντο ἐξ Ἀπόλλωνος. μεγίστη δὲ καὶ παρὰ πλείστων ἐς Φημονόην δόξα ἐστίν, ὡς πρόμαντις γένοιτο ἡ Φημονόη τοῦ θεοῦ πρώτη καὶ πρώτη τὸ ἑξάμετρον ᾖσεν. Βοιὼ δὲ ἐπιχωρία γυνὴ ποιήσασα ὕμνον Δελφοῖς ἔφη κατασκευάσασθαι τὸ μαντεῖον τῷ θεῷ τοὺς ἀφικομένους ἐξ Ὑπερβορέων τούς τε ἄλλους καὶ Ὠλῆνα: τοῦτον δὲ καὶ μαντεύσασθαι πρῶτον καὶ ᾄσαι πρῶτον τὸ ἑξάμετρον. [8] πεποίηκε δὲ ἡ Βοιὼ τοιάδε:
ἔνθα τοι εὔμνηστον χρηστήριον ἐκτελέσαντο
παῖδες Ὑπερβορέων Παγασὸς καὶ δῖος Ἀγυιεύς.
ἐπαριθμοῦσα δὲ καὶ ἄλλους τῶν Ὑπερβορέων, ἐπὶ τελευτῇ τοῦ ὕμνου τὸν Ὠλῆνα ὠνόμασεν:
Ὠλήν θ', ὃς γένετο πρῶτος Φοίβοιο προφάτας,
πρῶτος δ' ἀρχαίων ἐπέων τεκτάνατ' ἀοιδάν.
οὐ μέντοι τά γε ἥκοντα ἐς μνήμην ἐς ἄλλον τινά, ἐς δὲ γυναικῶν μαντείαν ἀνήκει μόνων. [9] ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί+, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι: καλύβης δ' ἂν σχῆμα οὗτός γε ἂν εἴη παρεσχηματισμένος ὁ ναός. δεύτερα δὲ λέγουσιν οἱ Δελφοὶ γενέσθαι ὑπὸ μελισσῶν τὸν ναὸν ἀπό+ τε τοῦ κηροῦ τῶν μελισσῶν καὶ ἐκ πτερῶν: πεμφθῆναι δὲ ἐς Ὑπερβορέους φασὶν αὐτὸν ὑπὸ τοῦ Ἀπόλλωνος. [10] λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τὸν ναὸν κατεσκευάσατο ἀνὴρ Δελφός, ὄνομα δὲ αὐτῷ Πτερᾶν εἶναι: κατὰ τοῦτο οὖν γενέσθαι καὶ τῷ ναῷ τοὔνομα ἀπὸ τοῦ οἰκοδομήσαντος: ἀπὸ τούτου δὲ τοῦ Πτερᾶ καὶ πόλιν Κρητικὴν προσθήκῃ γράμματος Ἀπτερεούς φασιν ὀνομάζεσθαι+. τὸν γὰρ δὴ λόγον τὸν ἔχοντα ἐς τὴν ἐν τοῖς ὄρεσιν αὐξομένην πτέριν, ὡς ἐκ τῆς πόας ταύτης+ χλωρᾶς ἔτι διεπλέξαντο ναόν, οὐδὲ ἀρχὴν προσίεμαι τὸν λόγον τοῦτον. [11] τὰ δὲ ἐς τὸν τρίτον τῶν ναῶν, ὅτι ἐγένετο ἐκ χαλκοῦ, θαῦμα οὐδέν, εἴ γε Ἀκρίσιος μὲν θάλαμον χαλκοῦν τῇ θυγατρὶ ἐποιήσατο, Λακεδαιμονίοις δὲ Ἀθηνᾶς ἱερὸν Χαλκιοίκου καὶ ἐς ἡμᾶς ἔτι λείπεται, Ῥωμαίοις δὲ ἡ ἀγορὰ μεγέθους ἕνεκα καὶ κατασκευῆς τῆς ἄλλης θαῦμα οὖσα παρέχεται τὸν ὄροφον χαλκοῦν: οὕτω καὶ ναὸν τῷ Ἀπόλλωνι οὐκ ἂν ἄπο γε τοῦ εἰκότος εἴη γενέσθαι χαλκοῦν. [12] τὰ μέντοι ἄλλα με οὐκ ἔπειθεν ὁ λόγος ἢ Ἡφαίστου τὸν ναὸν τέχνην εἶναι ἢ τὰ ἐς τὰς ᾠδοὺς τὰς χρυσᾶς, ἃ δὴ Πίνδαρος+ ᾖσεν ἐπ' ἐκείνῳ τῷ ναῷ:
χρύσειαι δ' ἐξύπερθ' αἰετοῦ
ἄειδον Κηληδόνες. (Πίνδαρος, άγνωστον έργον)
οὗτος μὲν δὴ ταῦτα ἐς μίμησιν ἐμοὶ δοκεῖν τῶν παρ' Ὁμήρῳ Σειρήνων ἐποίησεν: οὐ μὴν οὐδὲ τρόπον ὅντινα ἀφανισθῆναι συνέπεσε τῷ ναῷ, κατὰ ταὐτὰ εἰρημένα εὕρισκον: καὶ γὰρ ἐς χάσμα γῆς ἐμπεσεῖν αὐτὸν καὶ ὑπὸ πυρὸς τακῆναι λέγουσιν. [13] τέταρτος δὲ ὑπὸ Τροφωνίου μὲν εἰργάσθη καὶ Ἀγαμήδους, λίθου δὲ αὐτὸν ποιηθῆναι μνημονεύουσι: κατεκαύθη δὲ Ἐρξικλείδου μὲν Ἀθήνῃσιν ἄρχοντος, πρώτῳ δὲ τῆς ὀγδόης Ὀλυμπιάδος ἔτει καὶ πεντηκοστῆς, ἣν Κροτωνιάτης ἐνίκα Διόγνητος. τὸν δ' ἐφ' ἡμῶν τῷ θεῷ ναὸν ᾠκοδόμησαν μὲν ἀπὸ τῶν ἱερῶν οἱ Ἀμφικτύονες χρημάτων, ἀρχιτέκτων δέ τις Σπίνθαρος ἐγένετο αὐτοῦ Κορίνθιος.
VI. πόλιν δὲ ἀρχαιοτάτην οἰκισθῆναί φασιν ἐνταῦθα ὑπὸ Παρνασσοῦ, Κλεοδώρας δὲ εἶναι νύμφης παῖδα αὐτόν: καί οἱ πατέρας, καθάπερ γε καὶ ἄλλοις τῶν καλουμένων ἡρώων, Ποσειδῶνά τε θεὸν καὶ
Κλεόπομπον ἄνδρα ἐπονομάζουσιν. ἀπὸ τούτου δὲ τοῦ Παρνασσοῦ τῷ τε ὄρει τὸ ὄνομα τεθῆναι λέγουσι καὶ [ἀπὸ τούτου] Παρνασσίαν ὀνομασθῆναι νάπην: τῶν πετομένων τε ὀρνίθων Τὴν ἀπ' αὐτῶν μαντείαν γενέσθαι Παρνασσοῦ τὸ εὕρημα. [2] ταύτην μὲν οὖν κατακλυσθῆναι τὴν πόλιν ὑπὸ τῶν ὄμβρων τῶν κατὰ Δευκαλίωνα συμβάντων: τῶν δὲ ἀνθρώπων ὅσοι διαφυγεῖν τὸν χειμῶνα ἠδυνήθησαν, λύκων ὠρυγαῖς ἀπεσώθησαν ἐς τοῦ Παρνασσοῦ τὰ ἄκρα ὑπὸ ἡγεμόσι τῆς πορείας τοῖς θηρίοις, πόλιν δὲ ἣν ἔκτισαν ἐκάλεσαν ἐπὶ τούτῳ Λυκώρειαν. [3] λέγεται δὲ καὶ ἄλλος διάφορος λόγος τῷ προτέρῳ, Ἀπόλλωνι ἐκ νύμφης Κωρυκίας γενέσθαι Λύκωρον, καὶ ἀπὸ μὲν Λυκώρου πόλιν Λυκώρειαν, τὸ ἄντρον δὲ ὀνομασθῆναι τὸ Κωρύκιον ἀπὸ τῆς νύμφης. λέγεται δὲ καὶ τάδε, Κελαινὼ θυγατέρα Ὑάμῳ τῷ Λυκώρου γενέσθαι, Δελφὸν δέ, ἀφ' οὗ τῇ πόλει τὸ ὄνομα τὸ ἐφ' ἡμῶν ἐστι, Κελαινοῦς τε αὐτὸν τῆς Ὑάμου καὶ Ἀπόλλωνος εἶναι. [4] οἱ δὲ Καστάλιόν+ τε ἄνδρα αὐτόχθονα+ καὶ θυγατέρα ἐθέλουσιν+ αὐτῷ γενέσθαι Θυίαν++, καὶ ἱερᾶσθαί+ τε τὴν Θυίαν Διονύσῳ πρῶτον καὶ ὄργια ἀγαγεῖν+ τῷ θεῷ: ἀπὸ ταύτης δὲ καὶ ὕστερον ὅσαι+ τῷ Διονύσῳ μαίνονται+ Θυιάδας+ καλεῖσθαι σφᾶς ὑπὸ ἀνθρώπων: Ἀπόλλωνος δ' οὖν παῖδα καὶ Θυίας νομίζουσιν εἶναι Δελφόν+. οἱ δὲ μητρὸς [μὲν] Μελαίνης φασὶν αὐτόν, θυγατρὸς Κηφισοῦ. [5] χρόνῳ δὲ ὕστερον καὶ Πυθὼ τὴν πόλιν, οὐ Δελφοὺς μόνον ἐκάλεσαν οἱ περιοικοῦντες, καθὰ καὶ Ὁμήρῳ πεποιημένα ἐν καταλόγῳ Φωκέων ἐστίν. οἱ μὲν δὴ γενεαλογεῖν τὰ πάντα ἐθέλοντες παῖδα εἶναι Δελφοῦ Πύθην καὶ ἀπὸ τούτου βασιλεύσαντος γενέσθαι τῇ πόλει τὸ ὄνομα ἥγηνται: λόγος δὲ ὃς ἥκει τῶν ἀνθρώπων ἐς τοὺς πολλούς, τὸν ὑπὸ τοῦ Ἀπόλλωνος τοξευθέντα σήπεσθαί φησιν ἐνταῦθα, καὶ διὰ τοῦτο ὄνομα τῇ πόλει γενέσθαι Πυθώ: πύθεσθαι γὰρ δὴ τὰ σηπόμενα οἱ τότε ἔλεγον, καὶ τοῦδε ἕνεκα Ὅμηρος πεποίηκεν ὡς ἡ τῶν Σειρήνων νῆσος ἀνάπλεως ὀστῶν εἴη, ὅτι οἱ τῆς ᾠδῆς αὐτῶν ἀκούοντες ἐπύθοντο ἄνθρωποι. [6] τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ Ἀπόλλωνος ποιηταὶ μὲν δράκοντα εἶναι καὶ ἐπὶ τῷ μαντείῳ φύλακα ὑπὸ Γῆς τετάχθαι φασί: λέγεται δὲ καὶ ὡς Κριοῦ δυναστεύοντος ἀνδρὸς περὶ Εὔβοιαν παῖς γένοιτο ὑβριστής, καὶ ἐσύλησε μὲν τοῦ θεοῦ τὸ ἱερόν+, ἐσύλησε δὲ καὶ οἴκους ἀνδρῶν εὐδαιμόνων. ὡς δὲ ἐπεστράτευε καὶ δεύτερον, ἐνταῦθα οἱ Δελφοὶ τὸν Ἀπόλλωνα ἱκέτευον ἀμῦναί σφισι τὸν ἐπιόντα κίνδυνον: [7] καὶ ἡ Φημονόη πρόμαντις τηνικαῦτα οὖσα ἐν ἑξαμέτρῳ σφίσιν ἔχρησεν:
ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπ' ἀνέρι Φοῖβος ἐφήσει
σίντῃ Παρνησσοῖο: φόνου δέ ἑ Κρήσιοι ἄνδρες
χεῖρας ἁγιστεύουσι: τὸ δὲ κλέος οὔ ποτ' ὀλεῖται.
VII. ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη. οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνον τε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά. ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς.
[2] ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφ' ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν: καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα. Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνά τε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπ' ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος. Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι. [3] φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺ φωνοῦντα, ἐπεὶ ᾄδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν. λέγεται δὲ καὶ Ἡσίοδον ἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον. Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι. [4] τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν: ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς: ἀνείλετο+ δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας. [5] ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον. δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο: καὶ αὐλῳδίαν τε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον: ἡ γὰρ αὐλῳδία μέλη τε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα [θρῆνοι] προσᾳδόμενα τοῖς αὐλοῖς. [6] μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις: ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν:
Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ
νικήσας τόδ' ἄγαλμ' Ἀμφικτυόνων ἐν ἀέθλοις,
Ἕλλησι δ' ἀείδων μέλεα καὶ ἐλέγους.
κατὰ τοῦτο μὲν τῆς αὐλ&

Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 22 Αύγ 2006 12:45

Διηνέκης έγραψε :

<<.......τα υπόλοιπα στο forum όπου θα σε προκαλλούσα να πάμε την συζήτηση διαλεκτικά ώστε να μπορούν και οι υπόλοιποι να καταλάβουν τι γίνεται και να πουν την γνώμη τους. Χαίρε Καίσαρ της ιστορίας, οι μελλοθάνατοι σε χαιρετούν!!!!! >>



Μα καλά...τόσες μέρες τι κάνουμε; Δεν είναι διαλλεκτική συζήτηση αυτό που ξεκίνησες με τόση θέρμη δηλώνοντας :

<<Θα ήταν χρήσιμο για εσάς, εκτός από τα μυθιστορήματα που αναφέρθησαν πιο πάνω να διαβάσετε για την Σπάρτη και καθαρά ιστορικά βιβλία


Είναι αναίδεια προς την ιστορία μας αυτά τα πράγματα και αντί να τους κάνουμε μύνηση για ασέβεια τους πληρώνουμε για να τα γράφουν κίολας (εννοώ τους σύγχρονους ιστορικούς και όχι τον Ζήνων φυσικά)...

Καλό βέβαια θα ήταν πριν μιλήσεις καν για την επέλαση των βαρβάρων στον Ελλαδικό χώρο να ψάξεις να βρεις γιατί αυτή συνέβη....Πρέπει να μάθεις πως οι Γαλάτες προσκλήθηκαν από τους Μακεδόνες

σιωπούν οι Έλληνες καρακλοκένταυροι ιστορικοί, που την βγάζουν όλη μέρα σε ένα γραφείο και σε συμπόσια εισπρακτικού περιεχομένου, βγάζοντας συμπεράσματα με βάση τις αρχαιολογικές σκαπάνες προηγούμενων αιώνων

Έχεις διαβάσει όντως τους αρχαίους ιστορικούς από το πρωτότυπο και μιλάς ή αναφέρεις αποσπάσματα που περιέχουν διάφορα βιβλία που απλά ξαναγράψουν την ιστορία?

Πριν αναφερθείς με καλά λόγια για την Αχαϊκή συμπολιτεία και τους Επιγόνους του Ισκαντέρ, μάθε πως αυτοί όλοι ήταν μέγιστοι προδότες της Ελλάδος, χειρώτεροι ακόμα και από τον Εφιάλτη

Πριν σου απαντήσω στο forum για τις ανοησίες που γράφεις λοιπόν, προλαβαίνεις να συνάψεις ειρήνη* μαζί μου.....μετά από μια ημέρα αλλίως θα έρθει η απάντηση....


>>

και πολλά άλλα ενδιαφέροντα.

¶ντε λοιπόν. Κατέθεσε τις πηγές σου να μας βγάλεις απ` τα σκοτάδια μας.
Αν μη τι άλλο, μπήκα στο forum γιά να μάθω κάτι καινούργιο και να ζήσω την χαρά της γόνιμης παραγωγικής συζήτησης, που δυστυχώς ακόμη δεν βρήκα.
Κάνε την αρχή, και πες μας κατι ουσιαστικό, βασισμενο σε πηγές κατά τον τρόπο που παρουσίασα εγώ τις δικές μου πληροφορίες.
Όσο γιά τους υπόλοιπους, παρακολουθούν, να είσαι σίγουρος, αλλά δεν είναι αυτό το ζητούμενο. Το θέμα είναι να βγεί κατι απ` όλα αυτά . Να μάθουμε κάτι καινούργιο.

υγ *
Ειρήνη ; Αληθινά δεν νοιώθω σε εμπόλεμη κατάσταση μαζί σου. Λίγη πλήξη ίσως , λίγη βαρεμάρα ναι, ενόχληση σίγουρα, αλλά πόλεμος; Γιατί; Με ποιόν ; Και γιά ποιό λόγο; Την εκτίμηση 15-20 χρηστών που δεν μας ξέρουν κι ούτε θα μας μάθουν ποτέ;
Ας σοβαρευτούμε!

Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 22 Αύγ 2006 18:14

Διηνέκης έγραψε :
<<Επειδή με ρωτάς για πηγές, σου δίνω το αρχαίο κείμενο του Παυσανία>>


Ευχαριστώ γιά το απόσπασμα των "Φωκικών", αν και δεν χρειαζόταν να μπεις στον κόπο.
Μπορούσες να μου πεις απλώς που στηρίζει όσα λες.
Αλήθεια, σε ποιό σημείο των κειμένων του, στηρίζει ο Παυσανίας τους ισχυρισμούς σου;
:D

Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 22 Αύγ 2006 21:04

Μήπως σ` αυτό;

"Αυτά ήταν όσα δόξασαν τον Λύσανδρο, άλλα τόσα όμως τον ντροπιάζουν ' στους Αιγός Ποταμούς ο Λύσανδρος σκότωσε τον Αθηναίο στρατηγό Φιλοκλή και τέσσερις περίπου χιλιάδες Αθηναίους αιχμαλώτους και δεν επέτρεψε να ταφούν,"

Παυσανίας , Βοιωτικά, 32, 9


Διηνέκης έγραψε :

<<όποιος πέθανε από Σπαρτίατικο χέρι πέθανε μόνο στο πεδίο της μάχης.... >>

:-)

Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 22 Αύγ 2006 21:06

Παραιτούμαι.
Σε βαρέθηκα.
Συνέχισε μόνος σου.

diinekis
Πλήρες Μέλος
Δημοσιεύσεις: 58
Εγγραφή: 19 Απρ 2006 19:27

Δημοσίευση από diinekis » 25 Αύγ 2006 09:34

Επειδή βαριέμαι να γράφω πολλά και τον καιρό αυτό δεν έχω χρόνο, θα καταρίπτω ένα ψέμα σου Ζήνων κάθε φορά......
1. Έγραψες κάπου πιο πάνω
"Έτος 405 πΧ
Κυριεύουν την Μικρασιατική Ιασό που είναι σύμμαχος των Αθηνών. Σφάζουν όλους τους άνδρες και πουλάνε ως δούλους τα γυναικόπαιδα στον Πέρση στρατηγό Τισσαφέρνη
Διόδωρος Σικελιώτης,, ΧΙΙΙ, 104, 7
Θουκιδίδης, VIII, 28, 4 "

Για τον Διόδωρο Σικελιώτη, ουδέν σχόλιο....που το ΄ξέθαξες? Το στομάχι το έχουμε για χώνεψη, όχι για να γεννά ανοησίες....!!!!!
Για τον Θουκιδίδη ρε αθεόφοβε, δεν γνωρίζεις πως αυτός έγραψε έως το 411 π.Χ.? Που τις βρίσκεις της πηγές σου? Τι βιβλία διαβάζεις? Μέχρι και τα παιδία γνωρίζουν για τον Θουκιδίδη, εσύ, ώ μέγιστε ιστορικέ αναλυτή? Και μην μου πεις πως έκανες λάθος και εννοούσες τον Ξενοφώντα γιατί θα με αναγκάσεις να δημοσιεύσω όλα τα κείμενά του και τότε δεν σε σώζει τίποτα.....

Επειδή 'εχω χρόνο θα σου πω και για την Τραχίνα, πως η πόλη αυτή ήταν η Δωρική μητρόπολη και σαν τέτοια την τιμούσαν οι Δωριείς.....Από εκεί ξεκίνησαν οι Δωριείς Σπαρτιάτες την κάθοδό τους στην Πελοπόνησο....Την πόλη αυτή την τίμησαν σε όλα τα χρόνια οι Σπαρτιάτες, γι'αυτό η αρχαιολογική σκαπάνη έφερνε στο φως, πάρα πολλά αρχαία έργα τέχνης που προέρχονταν από Λακωνικά εργαστήρια.... Η πόλη Τραχίνα υπήρξε μαζί με την Τεγέα η πιο πιστή σύμμαχος των Σπαρτιατών, αφού άλλωστε οι κάτοικοί της ήταν και αυτοί Δωριείς Σπαρτιάτες.....Πες μου πως είναι δυνατόν και για πιο λόγο οι Σπαρτιάτες να κατέστρεφαν την πόλη αυτή? Έτσι για τον χαβαλέ? ή μήπως γιατί κατά μεσής του Αθηναϊκού πολέμου είπαν να πάνε να περάσουν ευχάριστα τον χρόνο τους καταστρέφοντας μια πόλη? Και αφού την κατέστραψαν γιατί να την ξαναχτήσουν? Και αν την κατέστρεψαν γιατί το ιερό των Δελφών δεν έριξε σε αυτούς τον "αφορισμό" του, αλλά τον έριξε στους Οιταιούς? Και μιας και είπαμε για τους Δελφούς, γνωρίζεις άραγε, πως το ιερό "αφόριζε" τους Έλληνες που "βαρβάριζαν" κατά Έλληνων? Γνωρίζεις πως όλοι οι "αφορισμοί" των Δελφών υπάρχουν σήμερα αναγραμένοι σε πλάκες (μέχρι και ο αφορισμός του Μέγα Αλέξανδρου, για την καταστροφή της Θήβας)? Ξέρεις πόσες φορές αφόρισε την Αθήνα το ιερό (εκατοντάδες)? Την Σπάρτη (μόνο 2)?Και εδώ κολάει και η γνωστή ρήση των αρχαίων, όλοι οι Έλληνες γνωρίζουν το καλό, αλλά μόνο οι Σπαρτιάτες το πράτουν.......
Λοιπόν κοίτα της πηγές σου καλά για να βρεις την αλήθεια. Το να διαβάζεις ότι να 'ναι είναι πολύ επικύνδυνο.....
Αύριο θα σε πληροφορήσω και για τους κανόνες της ιστορικής μελέτης, όπως μου τους δίδαξε ο παππούς μου πριν πεθάνει.....αν μη τι άλλο ο άνθρωπος ήταν ιστορικός.....

Ζήνων
Πλήρες Μέλος
Δημοσιεύσεις: 80
Εγγραφή: 12 Ιούλ 2006 11:55

Δημοσίευση από Ζήνων » 25 Αύγ 2006 18:14

diinekis έγραψε:Επειδή βαριέμαι να γράφω πολλά και τον καιρό αυτό δεν έχω χρόνο, θα καταρίπτω ένα ψέμα σου Ζήνων κάθε φορά......
1. Έγραψες κάπου πιο πάνω
"Έτος 405 πΧ
Κυριεύουν την Μικρασιατική Ιασό που είναι σύμμαχος των Αθηνών. Σφάζουν όλους τους άνδρες και πουλάνε ως δούλους τα γυναικόπαιδα στον Πέρση στρατηγό Τισσαφέρνη
Διόδωρος Σικελιώτης,, ΧΙΙΙ, 104, 7
Θουκιδίδης, VIII, 28, 4 "

Για τον Διόδωρο Σικελιώτη, ουδέν σχόλιο....που το ΄ξέθαξες? Το στομάχι το έχουμε για χώνεψη, όχι για να γεννά ανοησίες....!!!!!
Για τον Θουκιδίδη ρε αθεόφοβε, δεν γνωρίζεις πως αυτός έγραψε έως το 411 π.Χ.? Που τις βρίσκεις της πηγές σου? Τι βιβλία διαβάζεις? Μέχρι και τα παιδία γνωρίζουν για τον Θουκιδίδη, εσύ, ώ μέγιστε ιστορικέ αναλυτή? Και μην μου πεις πως έκανες λάθος και εννοούσες τον Ξενοφώντα γιατί θα με αναγκάσεις να δημοσιεύσω όλα τα κείμενά του και τότε δεν σε σώζει τίποτα.....

.....


"Ο Λύσανδος έπλευσε με τα περισσότερα πλοία στην Ιασό της Καρίας και την κατέλαβε με έφοδο, διότι ήταν σύμμαχος των Αθηναίων, τους οκτακόσιους άνδρες της πόλης τους έσφαξε όλους, πούλησε τα γυναικόπαιδα ως λάφυρα πολέμου και ισοπέδωσε την πόλη."

Διόδωρος Σικελιώτης,, ΧΙΙΙ, 104, 7





"Οι Πελοποννήσιοι , εξάλλου, σάλπαραν χαράματα από την Τειχιούσα....
...Όταν έφτασαν εκεί , πήγε και τους βρήκε ο Τισσαφέρνης με το στρατό του και τους έπεισε να κινηθούν εναντίον της Ιάσου, που την κρατούσε ο εχθρός του , ο Αμόργης. Χτύπησαν ξαφνικά την Ίασο και την κατέλαβαν, μιά και κανείς δεν περίμενε να φτάσουν εκεί άλλα καράβια εκτός από αθηναϊκά....
...Την πόλη την παρέδωσαν στον Τισσαφέρνη, καθώς και όλους τους αιχμαλώτους, δούλους και ελεύθερους, με την συμφωνία να πάρουν γιά τον καθένα τους ένα δαρεικό στατήρα... "

Θουκιδίδης, VIII, 28

Απάντηση